호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἅλις:? ἤδη γὰρ πολὺς ἐκτέταται χρόνος. ἀλλ οἱ μὲν κοίλην κάπετον χερσὶ ταχύνατε, τοὶ δ ὑψίβατον τρίποδ ἀμφίπυρον λουτρῶν ὁσίων θέσθ ἐπίκαιρον: μία δ ἐκ κλισίας ἀνδρῶν ἴλη τὸν ὑπασπίδιον κόσμον φερέτω. παῖ, σὺ δὲ πατρός γ, ὅσον ἰσχύεις, φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ τάσδ ἐπικούφιζ: ἔτι γὰρ θερμαὶ σύριγγες ἄνω φυσῶσι μέλαν μένος. ἀλλ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ φησὶ παρεῖναι, σούσθω, βάτω, τῷδ ἀνδρὶ πονῶν τῷ πάντ ἀγαθῷ κοὐδενί πω λῴονι θνητῶν Αἰάντος, ὅτ ἦν, τότε φωνῶ. ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν γνῶναι: πρὶν ἰδεῖν δ οὐδεὶς μάντις τῶν μελλόντων, ὅ τι πράξει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기