호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδ ἀγγέλλομαι, ὅσον τότ ἐχθρὸς ἦ, τοσόνδ εἶναι φίλος.? καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς. ἄριστ Ὀδυσσεῦ, πάντ ἔχω ς ἐπαινέσαι λόγοισι, καί μ ἔψευσας ἐλπίδος πολύ. τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ μόνος παρέστης χερσίν, οὐδ ἔτλης παρὼν θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν αὐτός τε χὠ ξύναιμος ἠθελησάτην λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ. τοιγάρ σφ Ὀλύμπου τοῦδ ὁ πρεσβεύων πατὴρ μνήμων τ Ἐρινὺς καὶ τελεσφόρος Δίκη κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως. σὲ δ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός, τάφου μὲν ὀκνῶ τοῦδ ἐπιψαύειν ἐᾶν, μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ: τὰ δ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν. ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ: σὺ δὲ ἀνὴρ καθ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο. ἀλλ ἤθελον μέν: εἰ δὲ μή στί σοι φίλον πράσσειν τάδ ἡμᾶς, εἶμ ἐπαινέσας τὸ σόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기