- 텍스트

Sophocles, Ajax, episode 2:

(소포클레스, Ajax, episode 2:)

δύστηνε, ποῖ βλέπων ποτ αὐτὰ καὶ θροεῖς·? οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα· Ἀτρέα δ, ὃς αὖ ς ἔσπειρε δυσσεβέστατον, προθέντ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων· αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφ ᾗ λαβὼν ἐπακτὸν ἄνδρ ὁ φιτύσας πατὴρ ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν. τοιοῦτος ὢν τοιῷδ ὀνειδίζεις σποράν· ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς, ὅστις στρατοῦ τὰ πρῶτ ἀριστεύσας ἐμὴν ἴσχει ξύνευνον μητέρ, ἣ φύσει μὲν ἦν βασίλεια, Λαομέδοντος: ἔκκριτον δέ νιν δώρημα κείνῳ δωκεν Ἀλκμήνης γόνος. ἆρ ὧδ ἄριστος ἐξ ἀριστέοιν δυοῖν βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, οὓς νῦν σὺ τοιοῖσδ ἐν πόνοισι κειμένους ὠθεῖς ἀθάπτους, οὐδ ἐπαισχύνει λέγων· εὖ νυν τόδ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους. ἐπεὶ καλόν μοι τοῦδ ὑπερπονουμένῳ θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ γυναικός, ἢ τοῦ σοῦ γ ὁμαίμονος λέγω· πρὸς ταῦθ ὁρ´α μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν: ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ καὶ δειλὸς εἶναι μᾶλλον ἢ ν ἐμοὶ θρασύς.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION