호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή, τάφον περιστελοῦντε δυστήνου νεκροῦ.? ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας ἱκέτης ἔφαψαι πατρός, ὅς ς ἐγείνατο. θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ βίᾳ ς ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος, αὔτως ὅπωσπερ τόνδ ἐγὼ τέμνω πλόκον. ἔχ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου. ὑμεῖς τε μὴ γυναῖκες ἀντ ἀνδρῶν πέλας παρέστατ, ἀλλ ἀρήγετ, ἔστ ἐγὼ μολὼν τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기