- 텍스트

Sophocles, Ajax, episode 3:

(소포클레스, Ajax, episode 3:)

Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς εἶτ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.? οὐκ ἄν ποτ, ἄνδρες, ἄνδρα θαυμάσαιμ ἔτι, ὃς μηδὲν ὢν γοναῖσιν εἶθ ἁμαρτάνει, ὅθ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι τοιαῦθ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη: ἄγ εἴπ ἀπ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν τόνδ ἄνδρ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών· οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν· ποῦ σὺ στρατηγεῖς τοῦδε· ποῦ δὲ σοὶ λεῶν ἔξεστ ἀνάσσειν ὧν ὅδ ἤγαγ οἴκοθεν· Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν: οὐδ ἔσθ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ. ὕπαρχος ἄλλων δεῦρ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστ Αἰάντος ἡγεῖσθαί ποτε. ἀλλ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμν ἔπη κόλαζ ἐκείνους: τόνδε δ, εἴτε μὴ σὺ φὴς εἴθ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα. οὐ γάρ τι τῆς σῆς εἵνεκ ἐστρατεύσατο γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ, ἀλλ εἵνεχ ὁρ´κων οἷσιν ἦν ἐνώμοτος, σοῦ δ οὐδέν: οὐ γὰρ ἠξίου τοὺς μηδένας. πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου οὐκ ἂν στραφείην, ἑώς ἂν ᾖς οἱό῀ς περ εἶ. οὐδ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ: τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ ᾖ, δάκνει.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION