호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας, ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον εἴ ποθι πλαζόμενον λεύσσων ἀπύοι·? σχέτλια γὰρ ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων οὐρίῳ μὴ πελάσαι δρόμῳ, ἀλλ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. ἰώ μοί μοι. τίνος βοὴ πάραυλος ἐξέβη νάπους· ἰὼ τλήμων. τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην. ᾤχωκ, ὄλωλα, διαπεπόρθημαι, φίλοι. τί δ ἔστιν· Αἰάς ὅδ ἡμῖν ἀρτίως νεοσφαγὴς κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής. ὤμοι ἐμῶν νόστων: ὤμοι, κατέπεφνες, ἄναξ, τόνδε συνναύταν, τάλας ὦ ταλαίφρων γύναι: ὡς ὧδε τοῦδ ἔχοντος αἰάζειν πάρα. τίνος ποτ ἆρ ἔπραξε χειρὶ δύσμορος· αὐτὸς πρὸς αὑτοῦ, δῆλον: ἐν γάρ οἱ χθονὶ πηκτὸν τόδ ἔγχος περιπετὲς κατηγορεῖ. ὤμοι ἐμᾶς ἄτας, οἰο῀ς ἄρ αἱμάχθης, ἄφαρκτος φίλων: ἐγὼ δ ὁ πάντα κωφός, ὁ πάντ ἀΐδρις, κατημέλησα. πᾷ πᾷ κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἰάς· οὔτοι θεατός: ἀλλά νιν περιπτυχεῖ φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν φυσῶντ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας πληγῆς μελανθὲν αἷμ ἀπ οἰκείας σφαγῆς. οἴμοι, τί δράσω· τίς σε βαστάσει φίλων· ποῦ Τεῦκρος· ὡς ἀκμαῖ ἄν, εἰ βαίη, μόλοι, πεπτῶτ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. ὦ δύσμορ Αἰάς, οἱο῀ς ὢν οἱώς ἔχεις, ὡς καὶ παρ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기