- 텍스트

Sophocles, Ajax, episode 3:

(소포클레스, Ajax, episode 3:)

δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ μάλιστα μισηθέντος ἐχθίστου θ ὁρᾶν:? πέπηγε δ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, σιδηροβρῶτι θηγάνῃ νεηκονής: ἔπηξα δ αὐτὸν εὖ περιστείλας ἐγώ, εὐνούστατον τῷδ ἀνδρὶ διὰ τάχους θανεῖν. οὕτω μὲν εὐσκευοῦμεν: ἐκ δὲ τῶνδέ μοι σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον. αἰτήσομαι δέ ς οὐ μακρὸν γέρας λαχεῖν. πέμψον τιν ἡμῖν ἄγγελον, κακὴν φάτιν Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ ἕλωρ. τοσαῦτά ς, ὦ Ζεῦ, προστρέπω, καλῶ δ ἅμα πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ. καλῶ δ ἀρωγοὺς τὰς ἀεί τε παρθένους ἀεί θ ὁρώσας πάντα τἀν βροτοῖς πάθη, σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας, καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους ξυναρπάσειαν, ὥσπερ εἰσορῶς ἐμὲ αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο. ἴτ, ὦ ταχεῖαι ποίνιμοί τ Ἐρινύες, γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ: σὺ δ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ ἐμὸν γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ. ἦ που τάλαινα, τήνδ ὅταν κλύῃ φάτιν, ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. ἀλλ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην, ἀλλ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί. ὦ Θάνατε Θάνατε, νῦν μ ἐπίσκεψαι μολών. καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. σὲ δ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας, καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω, πανύστατον δὴ κοὔποτ αὖθις ὕστερον. ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον κλειναί τ Ἀθῆναι καὶ τὸ σύντροφον γένος κρῆναί τε ποταμοί θ οἵδε, καὶ τὰ Τρωϊκὰ πεδία προσαυδῶ, χαίρετ, ὦ τροφῆς ἐμοί: τοῦθ ὑμὶν Αἰάς τοὔπος ὕστατον θροεῖ, τὰ δ ἄλλ ἐν Αἵδου τοῖς κάτω μυθήσομαι.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION