- 텍스트

Sophocles, Ajax, episode 1:

(소포클레스, Ajax, episode 1:)

τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.? ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου Κάλχας μεταστὰς οἰο῀ς Ἀτρειδῶν δίχα, εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ εἶρξαι κατ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε Αἰάνθ ὑπὸ σκηναῖσι μηδ ἀφέντ ἐᾶν, εἰ ζῶντ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων. τὰ γὰρ περισσὰ κἀνόνητα σώματα πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις ἔφασχ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν βλαστὼν ἔπειτα μὴ κατ ἄνθρωπον φρονῇ. κεῖνος δ ἀπ οἴκων εὐθὺς ἐξορμώμενος ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός. ὁ μὲν γὰρ αὐτὸν ἐννέπει: τέκνον, δόρει βούλου κρατεῖν μέν, σὺν θεῷ δ ἀεὶ κρατεῖν. ὁ δ ὑψικόμπως κἀφρόνως ἠμείψατο: πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ: ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ ἐπισπάσειν κλέος. τοσόνδ ἐκόμπει μῦθον. εἶτα δεύτερον δίας Ἀθάνας, ἡνίκ ὀτρύνουσά νιν ηὐδᾶτ ἐπ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, τότ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ ἔπος: ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας ἵστω, καθ ἡμᾶς δ οὔποτ ἐκρήξει μάχη. τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς ἐκτήσατ ὀργήν, οὐ κατ ἄνθρωπον φρονῶν. ἀλλ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχ ἂν γενοίμεθ αὐτοῦ σὺν θεῷ σωτήριοι. τοσαῦθ ὁ μάντις εἶφ: ὁ δ εὐθὺς ἐξ ἕδρας πέμπει με σοὶ φέροντα τάσδ ἐπιστολὰς Τεῦκρος φυλάσσειν. εἰ δ ἀπεστερήμεθα, οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION