호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω:? Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ κρημνῶν: μέσον δὲ προσμολὼν στρατήγιον κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ μαθόντες ἀμφέστησαν, εἶτ ὀνείδεσιν ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ ὃς οὔ, τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν: ὥστ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. λήγει δ ἔρις δραμοῦσα τοῦ προσωτάτω ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. ἀλλ ἡμὶν Αἰάς ποῦ στιν, ὡς φράσω τάδε· τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον. οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις. ἰοὺ ἰού: βραδεῖαν ἡμᾶς ἆρ ὁ τήνδε τὴν ὁδὸν πέμπων ἔπεμψεν ἢ φάνην ἐγὼ βραδύς. τί δ ἐστὶ χρείας τῆσδ ὑπεσπανισμένον· τὸν ἄνδρ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης μὴ ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ. ἀλλ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου. ταῦτ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. ποῖον· τί δ εἰδὼς τοῦδε πράγματος πάρει·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기