호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ σκότος, ἐμὸν φάος, ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, ἕλεσθ ἕλεσθέ μ οἰκήτορα, ἕλεσθέ μ:? οὔτε γὰρ θεῶν γένος οὔθ ἁμερίων ἔτ ἄξιος βλέπειν τιν εἰς ὄνασιν ἀνθρώπων. ἀλλά μ ἁ Διὸς ἀλκίμα θεὸς ὀλέθρι αἰκίζει. ποῖ τις οὖν φύγῃ· ποῖ μολὼν μενῶ· εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ ὁμοῦ πέλας, μώραις δ ἄγραις προσκείμεθα, πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύοι. ὦ δυστάλαινα, τοιάδ ἄνδρα χρήσιμον φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ ἄν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기