호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰὼ πάνθ ὁρῶν ἁπάντων τ ἀεὶ κακῶν ὄργανον, τέκνον Λαρτίου, κακοπινέστατόν τ ἄλημα στρατοῦ, ἦ που πολὺν γέλωθ ὑφ ἡδονῆς ἄγεις.? ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται. ἴδοιμι μήν νιν, καίπερ ὧδ ἀτώμενος. ἰώ μοί μοι. μηδὲν μέγ εἴπῃς: οὐχ ὁρᾷς ἵν εἶ κακοῦ· ὦ Ζεῦ, προγόνων προπάτωρ, πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα, τούς τε δισσάρχας ὀλέσσας βασιλῆς τέλος θάνοιμι καὐτός· ὅταν κατεύχῃ ταῦθ, ὁμοῦ κἀμοὶ θανεῖν εὔχου: τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기