호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας·? ὤμοι γέλωτος, οἱο῀ν ὑβρίσθην ἄρα. μή, δέσποτ Αἰάς, λίσσομαί ς, αὔδα τάδε. οὐκ ἐκτός· οὐκ ἄψορρον ἐκνεμεῖ πόδα· αἰαῖ αἰαῖ. ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ. ὦ δύσμορος, ὃς χερὶ μὲν μεθῆκα τοὺς ἀλάστορας, ἐν δ ἑλίκεσσι βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις ἐρεμνὸν αἷμ ἔδευσα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기