호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, σὲ μὲν εὖ πράσσοντ ἐπιχαίρω:? σὲ δ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ, μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι πτηνῆς ὡς ὄμμα πελείας. ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς μεγάλοι θόρυβοι κατέχους ἡμᾶς ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ λειμῶν ἐπιβάντ ὀλέσαι Δαναῶν βοτὰ καὶ λείαν, ἥπερ δορίληπτος ἔτ ἦν λοιπή, κτείνοντ αἴθωνι σιδήρῳ. τοιούσδε λόγους ψιθύρους πλάσσων εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, καὶ σφόδρα πείθει: περὶ γὰρ σοῦ νῦν εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων τοῦ λέξαντος χαίρει μᾶλλον τοῖς σοῖς ἄχεσιν καθυβρίζων. τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς οὐκ ἂν ἁμάρτοις: κατὰ δ ἄν τις ἐμοῦ τοιαῦτα λέγων οὐκ ἂν πείθοι: πρὸς γὰρ τὸν ἔχονθ ὁ φθόνος ἑρ´πει. καίτοι σμικροὶ μεγάλων χωρὶς σφαλερὸν πύργου ῥῦμα πέλονται: μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ ἂν καὶ μέγας ὀρθοῖθ ὑπὸ μικροτέρων. ἀλλ οὐ δυνατὸν τοὺς ἀνοήτους τούτων γνώμας προδιδάσκειν. ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ. ἀλλ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ ἀπέδραν, παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι: μέγαν αἰγυπιὸν δ ὑποδείσαντες τάχ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, σιγῇ πτήξειαν ἄφωνοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기