- 텍스트

Sophocles, Ajax, episode 3:

(소포클레스, Ajax, episode 3:)

τί δρᾷς, Ἀθάνα·? μηδαμῶς σφ ἔξω κάλει. οὐ σῖγ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ· μὴ πρὸς θεῶν, ἀλλ ἔνδον ἀρκείτω μένων. τί μὴ γένηται· πρόσθεν οὐκ ἀνὴρ ὅδ ἦν· ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν· ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. μεμηνότ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν· φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. ἀλλ οὐδὲ νῦν σε μὴ παρόντ ἴδῃ πέλας. πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ· ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. σίγα νυν ἑστὼς καὶ μέν ὡς κυρεῖς ἔχων. μένοιμ ἄν: ἤθελον δ ἂν ἐκτὸς ὢν τυχεῖν. ὦ οὕτος, Αἰάς, δεύτερόν σε προσκαλῶ. τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου· ὦ χαῖρ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, ὡς εὖ παρέστης: καί σε παγχρύσοις ἐγὼ στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. καλῶς ἔλεξας: ἀλλ ἐκεῖνό μοι φράσον, ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ· κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή. ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα· ὥστ οὔποτ Αἰάνθ οἵδ ἀτιμάσους ἔτι. τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ ἐγώ. θανόντες ἤδη τἄμ ἀφαιρείσθων ὅπλα.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION