호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.? ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ· ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. καὶ πρὸς τί δυσλόγιστον ὧδ ᾖξεν χέρα· χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων. τί δῆτα ποίμναις τήνδ ἐπεμπίπτει βάσιν· δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. ἦ καὶ τὸ βούλευμ ὡς ἐπ Ἀργείοις τόδ ἦν· κἂν ἐξεπράξατ, εἰ κατημέλης ἐγώ. ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει· νύκτωρ ἐφ ὑμᾶς δόλιος ὁρμᾶται μόνος. ἦ καὶ παρέστη κἀπὶ τέρμ ἀφίκετο· καὶ δὴ πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου· ἐγώ σφ ἀπείργω, δυσφόρους ἐπ ὄμμασι γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε λείας ἄδαστα βουκόλων φρουρήματα: ἔνθ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον κύκλῳ ῥαχίζων: κἀδόκει μὲν ἔσθ ὅτε δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, ὅτ ἄλλοτ ἄλλον ἐμπίτνων στρατηλατῶν. ἐγὼ δὲ φοιτῶντ ἄνδρα μανιάσιν νόσοις ὤτρυνον, εἰσέβαλλον εἰς ἑρ´κη κακά. κἄπειτ ἐπειδὴ τοῦδ ἐλώφησεν πόνου, τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν ποίμνας τε πάσας εἰς δόμους κομίζεται, ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων, καὶ νῦν κατ οἴκους συνδέτους αἰκίζεται. δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου τὸν ἄνδρ: ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ: Αἰάντα φωνῶ: στεῖχε δωμάτων πάρος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기