- 텍스트

Sophocles, Ajax, episode 1:

(소포클레스, Ajax, episode 1:)

ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν ἐχθρῶν ἁρπάσαι θηρώμενον:? καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ Αἰάντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, πάλαι κυνηγετοῦντα καὶ μετρούμενον ἴχνη τὰ κείνου νεοχάραχθ, ὅπως ἴδῃς εἴτ ἔνδον εἴτ οὐκ ἔνδον. εὖ δέ ς ἐκφέρει κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους. καί ς οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης ἔτ ἔργον ἐστίν, ἐννέπειν δ ὅτου χάριν σπουδὴν ἔθου τήνδ, ὡς παρ εἰδυίας μάθῃς. ὦ φθέγμ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν, ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως, φώνημ ἀκούω καὶ ξυναρπάζω φρενὶ χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς. καὶ νῦν ἐπέγνως εὖ μ ἐπ ἀνδρὶ δυσμενεῖ βάσιν κυκλοῦντ, Αἰάντι τῷ σακεσφόρῳ: κεῖνον γάρ, οὐδέν ἄλλον, ἰχνεύω πάλαι. νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον ἔχει περάνας, εἴπερ εἴργασται τάδε: ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλ ἀλώμεθα: κἀγὼ θελοντὴς τῷδ ὑπεζύγην πόνῳ. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις. τήνδ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει. καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει φράζει τε κἀδήλωσεν: εὐθέως δ ἐγὼ κατ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, τὰ δ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. καιρὸν δ ἐφήκεις: πάντα γὰρ τά τ οὖν πάρος τά τ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.?

상위

Ajax

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION