- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 5, Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι.?

(위 플루타르코스, Placita Philosophorum, book 5, Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι.)

ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον: καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς .

Διοκλῆς δέ φησιν: ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.

상위

Placita Philosophorum

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION