- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 5, Εἰ τὸ ἔμβρυον ζῷον.?

(위 플루타르코스, Placita Philosophorum, book 5, Εἰ τὸ ἔμβρυον ζῷον.)

Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί οὐ ζῷον: ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον.

Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί: ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων.

Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν θερμασίᾳ δέ:

ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι.

Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν: νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι :

상위

Placita Philosophorum

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION