호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη: πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον.
οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기