호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχους εἶναι γὰρ σπέρματα γονιμώτατα.
Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων:
ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη , τότε ἐπισύλληψιν δέχεσθαι. τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기