- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 4, Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται.?

(위 플루타르코스, Placita Philosophorum, book 4, Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται.)

Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον: οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν: πᾶσα δ ἐπιφάνεια ἀσώματος.

συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν αὐτὴ δ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δ ὕλη ἐστὶν ἡ καμπτομένη. οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν:

πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ ,: καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν.

ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι: Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION