- 텍스트

Pseudo-Plutarch, Placita Philosophorum, book 4, Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα.?

(위 플루타르코스, Placita Philosophorum, book 4, Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα.)

Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός: οἱο῀ν, ἐπειδὰν ὅψεως θεωρῶμέν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ:

καὶ κατὰ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς.

ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως· . εἴρηται δ ἡ φαντασία ἀπὸ τοῦ φωτός: καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν: οἱο῀ν τὸ λευκὸν καὶ τὸ ψυχρόν, καὶ πᾶν ὅ τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτ ἔστι φανταστόν.

φανταστικὸν δ ἐστὶ διάκενος ἑλκυσμός, πάθος ἐν. τῇ ψυχῇ οῦδενὲις φανταστοῦ γινόμενον: καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν.

φάντασμα δ δ᾿ ἐστίν, ἐφ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν : ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων.

ὁ γοῦν τραγικὸς Ὀρέστης, ὅταν λέγῃ ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας: αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου λέγει μὲν αὐφὰ ὡς μεμηνὼς ὁρᾷ δ οὐδέν, ἀλλὰ δοκεῖ μόνον:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION