호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ Στωικοί φασιν : ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὐεργὸν εἰς ἀπογραφήν. εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. πρῶτος δ ὁ τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων αἰσθανόμενοι γάρ τινος οἱο῀ν λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν:
ὅταν δ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν πλῆθος. καὶ ἐπιμελείας αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις.
ὁ δὲ:
λόγος, καθ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. διόπερ τοῖς ἀλόγοις ζῴοις οὐ προσπίπτει φαντάσματα: ὅσα δὲ καὶ τοῖς θεοῖς καὶ ἡμῖν γε ταῦτα φαντάσματα μόνον ἐστίν ὅσα δ ἡμῖν, ταῦτα καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατ εἶδος:
ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες, αὐτὰ μὲν καθ αὑτὰ ὑπάρχει δηνάρια καὶ στατῆρες:
ἐὰν δ᾿ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기