호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν "αἴσθησίς ἐστιν ἀντίληψις δι αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι αἰσθητηρίου γίνονται, καὶ :
αὐτὸ τὸ ἡγεμονικόν, ἀφ οὗ συνίσταται. πάλιν δ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
Ἐπίκουρος: ἐνέργημα ὥστε διχῶς παρ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα.
Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,:
ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δ ὄργανον σώματος ἄμφω δὲ: διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται. Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων:
εἰδώλου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기