호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δ εἶναι τῶν ἀπαιδεύτων τὴν δ ἰσχυροτέραν, οἱά ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην, Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기