호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δ ἐκ τοῦ πυκνοῦ: μικτὰς δ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων: δίκην στερεὸν ὑπάρχειν.
Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ:
Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δ ἀκίνητα. Πλάτων πῦρ πρῶτον εἶτ αἰθέρα μεθ ὃν ἀέρα ἐφ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν:
ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον δή τι σῶμα: μεθ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν.
τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν , τῶν δ ὑπ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς. δὲ βαρέσι τὴν κάτω. Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기