호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τούτων δὲ συντελουμένων ἐν ταῖς Θήβαις, οἱ φυγάδες ἐν τῇ Χαλκίδι προστησάμενοι Πομπίδην κατηγορίαν ἐποιοῦντο τῶν περὶ τὸν Ἰσμηνίαν καὶ Νέωνα καὶ Δικέταν.? εἰς τὴν ἐσχάτην διάθεσιν ἧκον οἱ περὶ τὸν Ἱππίαν, ὥστε καὶ τῷ βίῳ κινδυνεῦσαι παρ αὐτὸν τὸν καιρὸν ὑπὸ τῆς ὁρμῆς τοῦ πλήθους, ἑώς οὗ βραχύ τι τῆς ἀσφαλείας αὐτῶν προυνοήθησαν οἱ Ῥωμαῖοι, παρακατασχόντες τὴν ἐπιφορὰν τῶν ὄχλων.
τῶν δὲ Θηβαίων παραγενομένων καὶ κομιζόντων τὰ προειρημένα δόγματα καὶ τὰς τιμάς, ταχεῖαν ἕκαστα τῶν πραγμάτων ἐλάμβανε τὴν ἀνταπόδοσιν, ἅτε τῶν πόλεων παρακειμένων ἀλλήλαις ἐν πάνυ βραχεῖ διαστήματι.
πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν.
εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατ ἰδίαν ἑκάστους.
οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.
οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.
τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.
Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.
τοῦ δ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기