호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν μὲν οὖν προαίρεσιν αὐτῶν ἔφησεν ἀποδέχεσθαι, τῷ δὲ χειρισμῷ δυσωπεῖσθαι. δεῖν γὰρ οὐ τοῖσ φίλοισ δίδοσθαι τὰσ τοιαύτασ τιμὰσ καὶ τοὺσ στεφάνουσ, ἐξ ὧν ὁ περιθέμενοσ οὐδέποτε μὴ τὸν ἰὸν ἐκνίψηται, πολὺ δὲ μᾶλλον τοῖσ ἐχθροῖσ, ἵν’ οἱ μὲν φίλοι τηροῦντεσ τὴν παρρησίαν πιστεύωνται παρὰ τοῖσ Ἀχαιοῖσ, ἐπὰν προθῶνται τῇ πόλει βοηθεῖν, οἱ δ’ ἐχθροὶ καταπιόντεσ τὸ δέλεαρ ἢ συνηγορεῖν αὐτοῖσ ἀναγκάζωνται ἢ σιωπῶντεσ μηδὲν δύνωνται βλάπτειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기