- 텍스트

Polybius, Histories, book 20, chapter 7

(폴리비오스, Histories, book 20, chapter 7)

Τοιαύτην δ ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιππον καὶ τοὺς κατ Ἀντίοχον καιρούς.? ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλ ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν:

ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην. τῇ δ ἀληθείᾳ καχεκτοῦντες ἦσαν ταῖς ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας.

καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες:

συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION