호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ διδοὺσ εὐθύνασ πολλάκισ τῶν πεπολιτευμένων ἐν ἐλευθέρᾳ καὶ δημοκρατουμένῃ τῇ πόλει διετέλεσεν ἀνεξέλεγκτοσ καὶ ἀδωροδόκητοσ τὸν ἅπαντα χρόνον· ὅπωσ ἂν εἰδῶσι πάντεσ, διότι τοὺσ προαιρουμένουσ ὑπὲρ τῆσ δημοκρατίασ καὶ τῆσ ἐλευθερίασ δικαίωσ πολιτεύεσθαι καὶ ζῶντασ μὲν περὶ πλείστου ποιεῖται καὶ τελευτήσασι δὲ ἀποδίδωσι χάριτασ ἀειμνήστουσ ἀγαθῇ τύχῃ δεδόχθαι τῷ δήμῳ ἐπαινέσαι μὲν Λυκοῦργον Λυκόφρονοσ Βουτάδην ἀρετῆσ ἕνεκα καὶ δικαιοσύνησ καὶ στῆσαι αὐτοῦ τὸν δῆμον χαλκῆν εἰκόνα ἐν ἀγορᾷ, πλὴν εἴ που ὁ νόμοσ ἀπαγορεύει μὴ ἱστάναι;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기