- 텍스트

Plutarch, Vitae decem oratorum, Δημοσθένης?, section 1

(플루타르코스, Vitae decem oratorum, Δημοσθένης, section 1)

Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς· πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι.

ἀκούσῃ ἀκούσας δ ἐραστὴς ἐγένετο τῶν λόγων.

καὶ τούτου μὲν ἐπ ὀλίγον ἤκουσεν, ἑώς ἐπεδήμει.

ἐπειδὴ δ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δ ἐγεγόνει ἐξ ἐφήβων· τηνικαῦτα παρέβαλεν Ἰσοκράτει καὶ Πλάτωνι: εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους. αὐτούς.

τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην Δημοφῶντα ἢ Δημέαν καὶ μάλιστα τούτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος: καὶ εἷλεν αὐτούς τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου τοὺς δὲ καὶ χάριτος.

Ἀριστοφῶντος δ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος, καὶ χορηγὸς ἐγένετο.

Μειδίαν δὲ τὸν Ἀναγυράσιον πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης λέγουσι δ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἣμισυ τῆς κεφαλῆς· ξυράμενον, ἵνα μὴ προέρχοιτο:

καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται: κινοῦντα ἀπρεπῶς καταπαῦσαι , παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη.

προβαίνοντα δὲ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵν ἐπανορθώσηται τὰ ἐλλείποντα: καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵν, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη :

τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵν ὅλας περιόδους ἀπνεύστως λέγῃ.

ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο: καὶ διὰ παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ:

διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις.

ἐκπεσὼν δὲ ποτ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι:

Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπ αὐτοῦ λελεγμένων:

καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ.

"ὑπόκρισις:

. προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπ Ἀντιφάνους καὶ Τιμοκλέους μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν. ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον:

καὶ παρεδείκνυεν 1 αὑτὸν ὀρθῶς λέγοντα: εἶναι γὰρ τὸν θεὸν ἤπιον: καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη. σχολάσας δ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα.

ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δ Ἰσοκράτους τοῖς ἀθληταῖς:

γὰρ παρέχειν αὐτοὺς θεατρικήν.

ἑπτὰ δὲ. καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφ οὗ πρὸς Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν ἐκπέμψαι τὴν βοήθειαν: τῷ δ ἑξῆς, ἐφ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο.

ἔγνω δ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα:

τῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους. φεύγοντος δ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν: τοῦ δ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο καὶ τάλαντον ἔδωκεν ἀργυρίου.

καὶ συνεβούλευσε δὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τούτῳ τριηράρχης ἐξέπλευσε.

σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη. "ζώγρει.

εἶπε μέντοι τὸν ἐπιτάφιον ἐπὶ τοῖς πεσοῦσι. μετὰ δὲ ταῦτα πρὸς τὴν ἐπισκευὴν τῆς πόλεως τῇ ἐπιμελείᾳ προσελθὼν καὶ τῶν τειχῶν ἐπιμελητὴς χειροτονηθεὶς ἀπὸ τῆς ἰδίας οὐσίας εἰσήνεγκε τὸ ἀναλωθὲν ἀργύριον, μνᾶς ἑκατόν ἐπέδωκε δὲ καὶ θεωροῖς μυρίας τριήρους τ ἐπιβὰς περιέπλευσε τοὺς συμμάχους ἀργυρολογῶν. ἐφ οἷς πολλάκις ἐστεφανώθη, πρότερον μὲν ὑπὸ Δημομελοῦς Ἀριστονίκου Ὑπερείδου χρυσῷ στεφάνῳ, τελευταῖον δ ὑπὸ Κτησιφῶντος: καὶ γραφέντος τοῦ ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, ἀπολογούμενος ἐνίκησεν, ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων τὸν διώκοντα μὴ μεταλαβεῖν.

ὕστερον δ Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν στρατευομένου καὶ φυγόντος Ἁρπάλου μετὰ χρημάτων εἰς Ἀθήνας, τὸ μὲν πρῶτον ἐκώλυσεν αὐτὸν εἰσδεχθῆναι: ἐπειδὴ δ εἰσέπλευσε, λαβὼν Δαρεικοὺς χιλίους μετετάξατο:

βουλομένων τ Ἀθηναίων Ἀντιπάτρῳ παραδοῦναι τὸν ἄνθρωπον ἀντεῖπεν , ἔγραψὲ τ ἀποθέσθαι τὰ χρήματα εἰς ἀκρόπολιν μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν εἰπόντα:

φήσαντος δ Ἁρπάλου ἑπτακόσια συγκατακομίσαι τάλαντα τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν, εὑρέθη τριακόσια καὶ πεντήκοντα ἢ ὀλίγῳ πλείονα ὥς φησι Φιλόχορος: αἰτίαν ἔσχεν ὁ Δημοσθένης δωροδοκίας, ὡς διὰ τοῦτο μήτε τὸν τῶν ἀνακομισθέντων μεμηνυκὼς μήτε τὴν τῶν φυλασσόντων ἀμέλειαν.

εἰσαχθεὶς δ εἰς δικαστήριον ὑπὸ Ὑπερείδου Πυθέου Μενεσαίχμου Ἱμεραίου Πατροκλέους, οἳ ἐποίησαν καταγνῶναι αὐτοῦ τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ ἁλοὺς ἔφυγε, πενταπλασίονα ἀποτῖσαι μὴ δυνάμενος ῾ εἶχε δ αἰτίαν τριάκοντα τάλαντα λαβεῖν᾿, ἢ ὡς ἔνιοι οὐχ ὑπομείνας τὴν κρίσιν.

πρεσβευτὴν πρὸς τὸ κοινὸν τῶν Ἀρκάδων, ὥστ ἀποστῆναι αὐτοὺς τῆς τῶν Μακεδόνων συμμαχίας, καὶ τοῦ Πολυεύκτου πεῖσαι μὴ δυναμένου, ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισεν.

ἐφ ᾧ θαυμασθεὶς μετὰ χρόνον τινὰ κάθοδον εὑρ´ατο, ψηφίσματος γραφέντος καὶ τριήρους ἀποσταλείσης.

τῶν δ Ἀθηναίων ψηφισαμένων οἷς ὤφειλε τριάκοντα ταλάντοις κοσμῆσαι αὐτὸν τὸν βωμὸν τοῦ σωτῆρος Διὸς ἐν Πειραιεῖ καὶ ἀφεῖσθαι, τοῦτο γράψαντος τὸ ψήφισμα Δήμωνος Παιανιέως, ὃς ἦν ἀνεψιὸς αὐτῷ, πάλιν ἐπὶ τούτοις ἦν πολιτευόμενος. Φάρσαλον δ ἑλόντος Ἀντιπάτρου καὶ, πολιορκήσειν ἀπειλοῦντος Ἀθηναίους, εἰ μὴ τοὺς ῥήτορας ἐκδοίησαν, καταλιπὼν ὁ Δημοσθένης τὴν πόλιν ἔφυγε πρῶτον μὲν εἰς Αἴγιναν ἐπὶ τὸ Αἰάκειον καθεδούμενος, φοβηθεὶς δ εἰς Καλαυρίαν μετέστη.

ἐκδιδόναι δὲ τοὺς ῥήτορας τῶν Ἀθηναίων ψηφισαμένων κἀκεῖνον, καθέζετο ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος ἱερῷ:

τοῦ δ ἐπιχειροῦντος βιάζεσθαι, ἐκώλυσαν αὐτὸν οἱ κατὰ τὴν πόλιν:

"οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαυρίαν, ἀλλ ὡς ἐλέγξων Μακεδόνας καὶ τὰ τῶν θεῶν βιασομένους,: ὕστερον εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔποτ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.

κεῖται δ ἡ εἰκὼν πλησίον τοῦ περισχοινίσματος καὶ τοῦ βωμοῦ τῶν δώδεκα θεῶν, ὑπὸ Πολυεύκτου πεποιημένη. ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολήν, οὗ γευσάμενον ἀποθανεῖν:

Ἐρατοσθένης δ ἐκ πολλοῦ δεδοικότα Μακεδόνας περὶ τῷ βραχίονι κρίκον περικεῖσθαι πεφαρμαγμένον.

εἰσὶ δ οἵ φασι συσχόντα αὐτὸν τὸ πνεῦμα ἀποθανεῖν: οἱ δ εἶπον τοῦ κατὰ τὴν σφραγῖδα φαρμάκου γευσάμενον. ἐβίω δ ὡς μὲν οἱ τὰ πλείω λέγουσιν ἔτη ἑβδομήκοντα, ὡς δ οἱ τὰ ἐλάττω, ἑπτὰ καὶ ἑξήκοντα. ἐπολιτεύσατο δὲ δύο καὶ εἴκοσιν.

τοῦ Μακεδόνος θανάτῳ.

συνήργησε δὲ καὶ Θηβαίοις πρὸς Ἀλέξανδρον πολεμοῦσι καὶ τοὺς ἄλλους Ἕλληνας ἐπέρρωσεν ἀεί: διόπερ Θήβας κατασκάψας ἐξῄτει παρ Ἀθηναίων Ἀλέξανδρος αὐτόν, ἀπειλῶν, εἰ μὴ δοίησαν.

στρατευομένῳ δ αὐτῷ ἐπὶ Πέρσας καὶ αἰτοῦντι ναυτικὸν παρ Ἀθηναίων ἀντεῖπεν, ἄδηλον εἰπών, εἰ οὐ κατὰ τῶν παρασχόντων χρήσεται. κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν εὐδοκίμων, Ἡλιοδώρου τινὸς θυγατρός:

ἐτελεύτησεν εἶχε δὲ καὶ ἀδελφήν, ἐξ ἧς καὶ Λάχου Λευκονοέως ἀδελφιδοῦς αὐτῷ Δημοχάρης ἐγένετο, ἀνὴρ καὶ κατὰ πόλεμον ἀγαθὸς καὶ κατὰ τοὺς πολιτικοὺς λόγους οὐδενὸς χείρων.

ἔστι δ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ εἰσιόντων πρὸς τὴν ἑστίαν ἐν δεξιᾷ ὁ πρῶτος περιεζωσμένος ἅμα τῷ ἱματίῳ καὶ ξίφος:

οὕτω γὰρ :

δημηγορῆσαι λέγεται, ἡνίκα Ἀντίπατρος ἐξῄτει τοὺς ῥήτορας. χρόνῳ δ ὕστερον Ἀθηναῖοι σίτησὶν τ ἐν πρυτανείῳ τοῖς συγγενέσι τοῦ Δημοσθένους ἔδοσαν καὶ αὐτῷ τετελευτηκότι τὴν εἰκόνα ἀνέθεσαν ἐν ἀγορᾷ ἐπὶ Γοργίου ἄρχοντος, αἰτησαμένου αὐτῷ τὰς δωρεὰς τοῦ ἀδελφιδοῦ Δημοχάρους: ᾧ καὶ αὐτῷ πάλιν ὁ υἱὸς Λάχης :

. ἄρχοντος, δεκάτῳ ὕστερον ἔτει, εἰς τὴν τῆς εἰκόνος στάσιν ἐν ἀγορᾷ καὶ σίτησιν ἐν πρυτανείῳ αὐτῷ τε καὶ ἐκγόνων ἀεὶ τῷ πρεσβυτάτῳ καὶ προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι.

καὶ ἔστι τὰ ψηφίσματα ὑπὲρ ἀμφοτέρων ἀναγεγραμμένα, ἡ δ εἰκὼν τοῦ Δημοχάρους εἰς τὸ πρυτανεῖον μετεκομίσθη, περὶ ἧς προείρηται.

φέρονται δ αὐτοῦ λόγοι γνήσιοι ἑξήκοντα πέντε.

φασὶ δέ τινες καὶ ἀσώτως αὐτὸν βιῶναι, γυναικείαις τ ἐσθῆσι χρώμενον καὶ κωμάζοντα ἑκάστοτε, ὅθεν Βάταλον ἐπικληθῆναι: οἱ δ ὑποκοριστικῶς ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσιν αὐτὸν οὕτω λελοιδορῆσθαι. "ὅσῳ μᾶλλον ὑποχωρεῖς, τοσούτῳ μᾶλλον ἐν τῷ καπηλείῳ ἔσῃ.

ἔλεγε δ αὐτὸν παρασκώπτων ἐν μὲν τοῖς λόγοις Σκύθην εἶναι, ἐν δὲ ταῖς μάχαις ἀστικόν. ἔλαβε δὲ καὶ παρ Ἐφιάλτου χρυσίον ἑνὸς τῶν δημαγωγῶν, ὃς πρεσβεύσας πρὸς βασιλέα χρήματα φέρων ἧκε λάθρα, ὅπως διανείμας τοῖς δημαγωγοῖς τὸν πρὸς Φίλιππον ἐξάψῃ πόλεμον: αὐτὸν δωροδοκῆσαι παρὰ βασιλέως φασὶ δαρεικοὺς τρισχιλίους.

Ἀναξίλαν δέ τινα Ὠρείτην , ξένον αὐτοῦ γεγονότα, συλλαβὼν ἐβασάνιζεν ὡς κατάσκοπον, οὐδὲν δ ἐξειπόντα ἐψηφίσατο τοῖς ἕνδεκα παραδοῦναι.

"θέρους ὡρ´ᾳ ἐμισθώσατο ἐξ ἄστεος, ὄνον Μέγαράδε:

"μεσούσης δὲ τῆς ἡμέρας καὶ σφοδρῶς φλέγοντος τοῦ ἡλίου, ἑκάτερος αὐτῶν ἐβούλετο ὑποδύεσθαι ὑπὸ τὴν σκιὰν εἶργον δ ἀλλήλους, ὁ μὲν μεμισθωκέναι τὸν ὄνον οὐ τὴν σκιὰν λέγων, ὁ δὲ μεμισθωμένος τὴν πᾶσαν ἔχειν ἐξουσίαν: " καὶ ταῦτ εἰπὼν ἀπῄει. "βούλεσθε ἀκούειν, λέγοντος, δὲ ὑπὲρ σπουδαίων πραγμάτων οὐ βούλεσθε·

"πέντε τάλαντα, μίαν ἡμέραν σιωπήσας.

καὶ θορυβηθεὶς τοὺς ὑποκριτὰς ἔφη δεῖν κρίνειν ἐκ τῆς φωνῆς τοὺς δὲ ῥήτορας ἐκ τῆς γνώμης.

ἱστοροῦσι δ ὡς οὐδὲ λύχνον ἔσβεσεν, ἄχρι πεντήκοντα ἐτῶν ἐγένετο, διακριβῶν τοὺς λόγους.

αὐτὸς δέ φησιν ὑδροποσίᾳ χρήσασθαι.

ἔγνω δ αὐτὸν καὶ Λυσίας ὁ ῥήτωρ καὶ Ἰσοκράτης εἶδε πολιτευόμενον ἄχρι τῆς ἐν Χαιρωνείᾳ μάχης, καί τινες τῶν Σωκρατικῶν φιλοσόφων. τοὺς δὲ πλείστους λόγους εἶπεν αὐτοσχεδιάσας, εὖ πρὸς αὐτὸ πεφυκώς.

πρῶτος δ ἔγραψε στεφανωθῆναι αὐτὸν χρυσῷ στεφάνῳ Ἀριστόνικος· δὲ Διώνδας.?

상위

Vitae decem oratorum

목록

  • section 1
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION