호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καῖσαρ ὁ πρῶτος ἐπικληθεὶς Σεβαστός, ἔτι μειράκιον ὢν Ἀντώνιον ἀπῄτει δισχιλίας πεντακοσίας μυριάδας τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος, ἐκ τῆς οἰκίας ἃς πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν ἀποδοῦναι βουλόμενος Ῥωμαίοις τὸ καταλειφθὲν ὑπὸ Καίσαρος, ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε: τοῦ δὲ Ἀντωνίου τὰ μὲν χρήματα κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, ἐκήρυττε τὰ πατρῷα καὶ ἐπίπρασκε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기