호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἱό῀ς ἦν ἀποσφάττειν ἅπαντας: Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ. καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기