호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δὲ ὢν παντάπασι τῇ Σύλλα μερίδι προσέθηκεν αὑτόν καὶ μήτε ἄρχων μήτε βουλεύων πολλοὺς ἐκ τῆς Ἰταλίας ἐστρατολόγησε. καὶ Σύλλα καλοῦντος οὐκ ἔφη δίχα λαφύρων οὐδὲ ἀναίμακτον ἐπιδείξειν τῷ αὐτοκράτορι τὴν δύναμιν οὐδ ἦλθε πρότερον πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι τοὺς στρατηγοὺς τῶν πολεμίων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기