- 텍스트

Plutarch, Quaestiones Convivales, book 4, Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίγνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἰόνται μὴ κεραυνοῦσθαι.?

(플루타르코스, Quaestiones Convivales, book 4, Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίγνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἰόνται μὴ κεραυνοῦσθαι.)

ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας:

ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν: ὥσπερ εἴ τις οἰοίτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν μηδ ἀναφαίνειν.

ὁ δ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. "βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης, οἷς τὰ ἄκρα τῶν ἱστίων οἱ ναύκληροι, καταδιφθεροῦσι.

"τὰ δ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. "καὶ ὅλως εὐήθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν ψόφους σκληροὺς ἀναδιδομένους. "ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι συμβολὰς τῶν ὕδνων πρασσόμενος.

αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον:

οὐδὲν γὰρ ἐ`ν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δ ἡ τῆς θερμότητος ἀνάμιξις:

καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖ τὸ ὑγρόν:

ὥστε μάλιστα τὸ προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν.

ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ τὰ τοιαῦτα τοῖς ἀρδομένοις: δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ τὴν ἶριν ἐξανθοῦντα νέφη, καθ ὧν ἂν ἐπερείσῃ ξύλων, εὐωδίας ἀναπίμπλησι:

εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες αἱματώδεις ἐνδημιουργοῦσιν.

οὐ γὰρ ἐοίκε φυτῷ τὸ ὕδνον οὐδ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλ ἄρριζον καὶ ἀβλαστές ἐστι καὶ ἀπολελυμένον, τῷ καθ ἑαυτὸ σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης.

"ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων:

"διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος πρόσεστι. "λέγεις: "οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα πᾶν καὶ συνέχεε: "φιλοσόφῳ δὲ παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον: "τὸν δ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ καθ ἑαυτὸν δρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι: "καὶ κυλιχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένων ἐλύτροις τὸν μὲν ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. "καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή: "πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει: "πολλοὶ γὰρ οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλ ἐῶσι περιφράξαντες, ὥσθ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί: "τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς. "ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. "ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω: "παρακαλῶμεν, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους.

"ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα καὶ κάλλιστα τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ κεχρῆσθαι: "φύσει γὰρ ἦν φίλοψος: "οὕτω φήσει τις καὶ ἡμᾶς ὑφ ἡδονῆς φιλοσοφήσαντας περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν προδήλῳ τῷ εἶναι πειθούσης. ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν.

ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον:

ὅμως δ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος·

ἀποσειομένης καὶ διακαθαιρούσης.

"παρ αἰθρίης στέγειν σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος, χαλκός, ἄργυρος, χρυσός, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν τῶν δ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων καὶ ξύλων αὐών:

τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης.

εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος: ὑφ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον.

τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν καὶ ἀνώμαλον καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος·

καὶ ἀπολείποντος, δι ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι.

τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἣκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας:

ὧν δ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. "οὔτι μικρὰν ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν ἀπέθανον.

"οἱ δ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν. "καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν: "τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. "καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς· "ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἐοίκεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος λδθυο· "πολλοὺς γάρρδθυο· "ὡς ὁ Εὐριπίδης φησὶ λδθυο· "βροντῆς πνεῦμ ἄναιμον ὤλεσερδθυο· "καὶ γὰρ ἄλλως τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION