호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον, ἐν τούτῳ πρῶτόν ἐστιν ὃ τρόπον τινὰ Ξενοφῶν ὁ Σωκρατικὸς ἡμῖν προβέβληκε. γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τὰ τ ἄλλα θαυμάζειν τῶν Περσῶν, καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἐπηρώτων ἃ ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δ ἃ σκωφθῆναι κάλλιον ἢ μὴ :
εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι:
τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχε· δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις, ἡδέως ἂν ἔφης πυθέσθαι τὰ τοιαῦτα ἐρωτήματα ποίου γένους εἰή καί τίς αὐτῶν τύπος:
"τῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις. "ἀλλ ὁρ´α καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος.
"εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται: "ταῦτα δ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. "ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. "ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ δ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδ ἀκηκόασιν· "οἱο῀ν ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. "οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος ἵν αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν ἡδέως διατίθεται: "καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. "διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. "καθόλου δ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες· "ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. "καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος: "οἱ δὲ κομψότεροι ταῦτ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων: "οἱο῀ν ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. "ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος εἴπ ἄγε μ, ὦ πολύαιν Ὀδυσεῦ φησί, μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδ ἵππους λάβετον. "ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἱο῀ν βιαζόμενοι λέγωσι. "ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. "ὅθεν ἣκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. "καὶ ταῦτ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν. "καὶ μὴν ὃ γ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ σοὶ δ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ, ὄφρ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
"καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν, ἐπεγείρειν. "ὁ δ Εὐριπίδης τοὐναντίον ὡς ἡδὺ μεμνῆσθαι πόνων οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσι. "τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις: "ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. "τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. "χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. "ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἣδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δ ἀφ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. "ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. "τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους. "ὦ Νέστορ Νηληιάδη, σὺ δ ἀληθὲς ἐνίσπες, πῶς ἔθαν Ἀτρείδης· ". . . ποῦ Μενέλαος ἐήν· ". . . ἦ οὐκ Ἄργεος ἠε῀ν Ἀχαιικοῦ· "πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. "ὅλως δ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. "ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις. "σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον ὥσπερ γὰρ οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν.
"τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δ ὡς οὐκ ἀναγκαῖον ἀλλ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι: "καὶ καθόλου διαλέγεσθαι τοῖς νοις μᾶλλον ἢ τοῖς φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα, λοιδόρημα δὲ εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. "καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας: "ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. "ὀνειδισμὸς γάρ ἐστι τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον : "ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. "ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι. "διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. "ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει, τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν: "εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο. "πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν· "οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν:
"οἱο῀ν ὁ Ξενοφῶν τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. καὶ Κυήτου τοῦ ἡμετέρου μέμνησαι γάρ ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος ἀλλὰ μήν ἔφη θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς: "τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχε, κλέπτῃ δ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. "καὶ Σωκράτην πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος. "ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν οὐκ ἐγώ σε τρέφω· "τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. δεῖ δ ὁμολογουμένως καὶ βεβαίως προσεῖναὶ τι χρηστόν: "εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. "ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. "οὕτως ὁ Κῦρος ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος. "καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὴς ηὔλησε γελοίως: "αἰτιωμένων δὲ τῶν παρόντων, ἐκεῖνος καλλιερήσας ἔστιν ἔφη τὸ κεχαρισμένως αὐλεῖν θεόθεν: "ὁ δ Ἰσμηνίας γελάσας ἀλλ ἐμοῦ μὲν εἶπεν αὑ᾿λοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν. "ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπ εὐθείας ἐπαινούντων.
"καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ τοῦ Σοφοκλέους Οἰδίπους ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος. "ἀντίστροφον οὖν ἐοίκε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους: "ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν καὶ προαγωγείαν ὀνομάσας. "Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν. "ποιεῖ δ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν ὅς με ῥάκη τ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον.
"οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε δι ὃν οὐδ ἀποδακρῦσαι γέγονεν ἡμῖν. καὶ ὁ τὸν δειπνίζοντα καθ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, δι ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. "καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. "καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους ὄξους σπανίζειν δῶμα ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. "ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους. "δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν:
"ἐπ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δ ἡδέως ἔχουσιν. "οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δ ὁ τοῦ Λυσιμάχου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ: "δός μοι τάλαντον. "εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν:
"οἱο῀ν εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος· "οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾅδουσι, τοῦ μυκτῆρος· "αὐτοῖς ἐνδεδωκότος καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν. "εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι: "καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε: "καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ: "ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτ αὐτὸ τὴν σωτηρίαν. "Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι δι αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν: "εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν: "ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι. "τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξας κατ ὤμου τὸ τάλαντον φέρειν. "οὕτω μὲν περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπ ἄλλοις ἄχθονται. "Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. "διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν. "ὁ δ ἔρως τὰ τ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι.
"δεῖ δ εἰδέναι τὸν καιρόν: "ὡς γὰρ τὸ πῦρ ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. "ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός: "οὐδὲ σὺ τοίνυν ἔφη τοῦδ ἅπτῃ· "δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον. "ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον:
"ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων ἐκείνοις: "οἱο῀ν ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου τί δ, ἂν ς ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ· "ἀλλ οὐκ ἀκούσεται εἶπεν ὄψεται δ αὐτὴ παροῦσα. "ποιεῖ δ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας:
"ὅταν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα: "δοκεῖ δ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης, πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. "ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτ ἐποίησε. "κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵν ἐμοῦ σὺ ταῦτ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. "διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν: "Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν ἐδίδαξεν. "οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἱο῀ν ἐκ παρασκευῆς ἐπεισόδιον.
"ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον: "ἂν δ μὴ πρὸς λόγον ἀλλ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν: "οἱο῀ν τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς κακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων: "καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. "οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν: "οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기