호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε πῖν οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος·? τὴν Καλαύρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν.
ὕστερον δὲ τῶν περὶ Ἄνθην καὶ Ὑπέρην αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον.
πῖν οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ ἱερὰν Ὑπέραν, ὅθι γ ἄτρυγον οἶνον ἔπινες ταῦτα μὲν ὁ Ἀριστοτέλης.
ὁ δὲ Μνασιγείτων φησὶν Ὑπέρης ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴνὙπέρην κατὰ ζήτησιν αὐτοῦ πλανωμένην εἰς Φερὰς πρὸς Ἄκαστον ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος.
ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ πῖν οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기