- 텍스트

Plutarch, Quaestiones Graecae, section 47

(플루타르코스, Quaestiones Graecae, section 47)

"διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδὲς ἐστι τὸ δεινότερα Σαμβίκου παθεῖν·? λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν τοῦτο δ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δ Ἀριστάρχειον. εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι δι ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION