호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντοσ εἰσ τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶσ, ἔσχηκε δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέροσ εἰσ νέφη τρεπομένου καὶ σκυθρωπάζοντοσ ἐπὶ τοῖσ εἰσιοῦσιν; ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάσ, τῶν δ’ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰσ ψυχὰσ μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιοσ ποιεῖ, τὸν δ’ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντοσ ὁ νόμοσ; καὶ τοῦτ’ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφοσ ὁ ἐμβὰσ καλεῖται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기