호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται·? Τυρρηνοὺς φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας: ἐκ δ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν ἔχοντας. ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν: "κατακαύτας. εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες: ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδ ἀφαιρεῖσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기