호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τὴν Καλαύρειαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν.? ὕστερον δὲ τῶν περὶ Ἄνθον καὶ Ὑπέραν αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί, πῖν οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ ἱερὰν Ὑπέραν, ὅθι γ ἄτρυγον οἶνον ἔπινες.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기