- 텍스트

Plutarch, Quaestiones Graecae, section 15

(플루타르코스, Quaestiones Graecae, section 15)

"τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς·? Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς: ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον καὶ Οἰάνθειαν, καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ διὰ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ.

τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπ εὐωδίας τοὔνομα λαβεῖν: ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς: τὰν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION