- 텍스트

Plutarch, Platonicae quaestiones, chapter 7, section 9

(플루타르코스, Platonicae quaestiones, chapter 7, section 9)

καὶ μὴν τὰ περὶ τῆς συμφωνίας αὐτὸς εἴρηκεν, ὃν τρόπον ὁμοιοῦσι τοὺς φθόγγους.? ὀξὺς μὲν γὰρ ὁ ταχὺς γίγνεται βαρὺς δ ὁ βραδύς: διὸ καὶ πρότερον κινοῦσι τὴν αἴσθησιν οἱ ὀξεῖς: ἤδη μαραινομένοις καὶ ἀπολήγουσιν οἱ βραδεῖς ἐπιβάλωσιν ἀρχόμενοι, τὸ κραθὲν αὐτῶν δι ὁμοιοπάθειαν ἡδονὴν τῇ ἀκοῇ παρέσχεν, ἣν συμφωνίαν καλοῦσιν.

ὅτι δὲ τούτων ὄργανον ὁ ἀήρ ἐστι, ῥᾴδιον συνιδεῖν ἐκ τῶν προειρημένων.

ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ αἰσθανομένου δι ὤτων ὑπ ἀέρος: πλήττει γὰρ πληγεὶς·

ὁ ἀὴρ ὑπὸ τοῦ κινήσαντος, ἂν μὲν σφοδρόν, ὀξέως, ἂν δ ἀμβλύ, μαλακώτερον: καὶ καταλαμβάνων τὸν βραδύτερον συνέπεται καὶ συμπαραπέμπει τὴν αἴσθησιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION