호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἢ πρότερόν ἐστι κατὰ φύσιν τὸ εὐθὺ τοῦ περιφεροῦς, μᾶλλον δ ὅλως·? πάθος τι τῆς εὐθείας ἡ περιφερής·
κάμπτεσθαι γὰρ λέγεται τὸ ὀρθόν καὶ ὁ κύκλος γράφεται κέντρῳ καὶ διαστήματι: τοῦτο δ ἐστὶν εὐθείας τόπος, ὑφ ἧς καὶ μετρεῖται: τὸ γὰρ περιέχον ἐκ τοῦ μέσου πανταχόθεν ἴσον ἀφέστηκε. γεννᾶται δὲ καὶ κῶνος καὶ κύλινδρος ἀπ εὐθυγράμμων, ὁ μὲν τριγώνου περὶ μίαν πλευρὰν μένουσαν τῇ ἑτέρᾳ πλευρᾷ καὶ τῇ βάσει περιενεχθέντος:
ὁ δὲ κύλινδρος παραλληλογράμμου ταὐτὸ τοῦτο παθόντος. ἔτι τῆς μὲν ἀρχῆς ἐγγυτέρω τὸ ἔλαττον, ἐλαχίστη δὲ πασῶν ἡ εὐθεῖα: τῆς γὰρ περιφεροῦς τὸ μὲν ἐντός ἐστι κοῖλον κυρτὸν δὲ τὸ ἐκτός.
ἔτι τῶν σχημάτων οἱ ἀριθμοὶ πρότεροι, καὶ γὰρ ἡ μονὰς τῆς στιγμῆς: ἔστι γὰρ ἡ στιγμὴ μονὰς ἐν θέσει. καὶ μὴν ἡ μονὰς τρίγωνός ἐστι: πᾶς γὰρ τρίγωνος ἀριθμὸς ὀκτάκις γενόμενος καὶ μονάδα προσλαβὼν γίγνεται τετράγωνος: τοῦτο δὲ καὶ τῇ μονάδι συμβέβηκε:
πρότερον οὖν τοῦ κύκλου τὸ τρίγωνον: εἰ δὲ τοῦτο, καὶ εὐθεῖα τῆς περιφεροῦς. ἔτι τὸ στοιχεῖον εἰς οὐδὲν διαιρεῖται τῶν συνισταμένων ἐξ αὐτοῦ, τοῖς δ ἄλλοις εἰς τὸ στοιχεῖον ἡ διάλυσις. εἰ τοίνυν τὸ μὲν τρίγωνον εἰς οὐδὲν περιφερὲς διαλύεται, τὸν δὲ κύκλον εἰς τέτταρα τρίγωνα τέμνουσιν αἱ δύο διάμετροι, πρότερον ἂν τῇ φύσει καὶ στοιχειωδέστερον εἰή τοῦ κυκλικοῦ τὸ εὐθύγραμμον.
ὅτι τοίνυν προηγούμενον μέν ἐστι τὸ εὐθύγραμμον, τὸ δὲ κυκλικὸν ἐπιγιγνόμενον καὶ συμβεβηκός, αὐτὸς ὁ Πλάτων ἐνεδείξατο: τὴν γὰρ γῆν ἐκ κύβων συστησάμενος, ὧν ἕκαστον εὐθύγραμμοι περιέχουσιν ἐπιφάνειαι, σφαιροειδὲς αὐτῆς γεγονέναι τὸ σχῆμά φησι καὶ στρογγύλον.
οὗτος ἐπιγίγνεσθαι πέφυκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기