- 텍스트

Plutarch, Platonicae quaestiones, chapter 2, section 1

(플루타르코스, Platonicae quaestiones, chapter 2, section 1)

"τί δήποτε τὸν ἀνωτάτω θεὸν πατέρα τῶν πάντων καὶ ποιητὴν προσεῖπεν·? πότερον ὅτι τῶν μὲν θεῶν τῶν γεννητῶν καὶ τῶν ἀνθρώπων πατήρ ἐστιν, ὡς Ὅμηρος ἐπονομάζει, ποιητὴς δὲ τῶν ἀλόγων καὶ ἀψύχων·

οὐδὲ γὰρ χορίου φησὶ Χρύσιππος πατέρα καλεῖσθαι τὸν παρασχόντα τὸ σπέρμα, καίπερ ἐκ τοῦ σπέρματος γεγονότος. ἢ τῇ μεταφορᾷ χρώμενος, ὥσπερ εἰώθε, τὸν αἴτιον πατέρα τοῦ κόσμου κέκληκεν· Φαῖδρον ἐν Συμποσίῳ προσεῖπεν, εἰσηγητὴν αὐτῶν γενόμενον:

πολλοὺς γὰρ καὶ καλοὺς λόγους ἐν φιλοσοφίᾳ γενέσθαι, τὴν ἀρχὴν ἐκείνου παρασχόντος.

ἢ διαφέρει πατήρ τε ποιητοῦ καὶ γεννήσεως ποίησις·

ὡς γὰρ τὸ γεγεννημένον καὶ πεποίηται, οὐ μὴν ἀνάπαλιν, οὕτως ὁ γεννήσας καὶ πεποίηκεν: ἐμψύχου γὰρ ποίησις ἡ γέννησίς ἐστι: ὑφάντης ἢ λύρας δημιουργὸς ἢ ἀνδριάντος, ἀπήλλακται γενόμενον τοὔργον:

ἡ δ ἀπὸ τοῦ γεννήσαντος ἀρχὴ καὶ δύναμις ἐγκέκραται τῷ τεκνωθέντι καὶ συνέχει τὴν φύσιν, ἀπόσπασμα καὶ μόριον οὖσαν τοῦ τεκνώσαντος.

ἐπεὶ τοίνυν οὐ πεπλασμένοις ὁ κόσμος οὐδὲ συνηρμοσμένοις ποιήμασιν ἐοίκεν, ἀλλ ἔνεστιν αὐτῷ μοῖρα πολλὴ ζωότητος καὶ θειότητος, ἣν ὁ θεὸς· ἐγκατέσπειρεν ἀφ ἑαυτοῦ τῇ ὕλῃ καὶ κατέμιξεν, εἰκότως ἅμα πατήρ τε τοῦ κόσμου, ζῴου γεγονότος, καὶ ποιητὴς ἐπονομάζεται.?

상위

Platonicae quaestiones

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION