호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν οὔτε ζῷον οὔτ ὄργανον οὔθ ὅπλον οὔτ ἄλλο τῶν ὄντων οὐδὲν οἰκείου μέρους ἀφαιρέσει καὶ στερήσει πέφυκε γίγνεσθαι κάλλιον οὐδ ἐνεργέστερον οὐδ ἣδιον:? ἐξαιρεθέντων, πολλάκις ἐμπαθεστέραν καὶ κινητικωτέραν ἔχει δύναμιν ὡς ὁ τοιοῦτος ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἀούτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν:
"πολλὰ γὰρ ἂν ποιήσειεν ὁ τύπτων, ὧν ὁ παθὼν ἔνι οὐδ ἂν ἀπαγγεῖλαι δύναιθ ἑτέρῳ:
"τῷ σχήματι τῷ βλέμματι τῇ φωνῇ: "ὅταν ὑβρίζων, ὅταν ἐχθρὸς ὑπάρχων, ὅταν κονδύλοις, ὅταν ἐπὶ κόρρης: "ἀλλ οὐ Μειδίας:
"ἀλλ ἀπὸ ταύτης τῆς ἡμέρας λέγει, λοιδορεῖται, βοᾷ: "χειροτονεῖται τίς· "Μειδίας: "Ἀναγυράσιος προβέβληται: "Πλουτάρχου προξενεῖ, τἀπόρρητ οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. διὸ καὶ σφόδρα τὸ ἀσύνδετον σχῆμα παρὰ τοῖς τέχνας γράφουσιν εὐδοκιμεῖ τοὺς δ ἄγαν νομίμους ἐκείνους καὶ μηδένα σύνδεσμον ἐκ τῆς συνηθείας ἀφιέντας ὡς ἀργὴν καὶ ἀπαθῆ καὶ κοπώδη τῷ ἀμεταβλήτῳ τὴν φράσιν ποιοῦντας αἰτιῶνται.
τὸ δὲ τοὺς διαλεκτικοὺς μάλιστα συνδέσμων δεῖσθαι πρὸς τὰς τῶν ἀξιωμάτων συναφὰς καὶ συμπλοκὰς καὶ διαζεύξεις, ὥσπερ ἡνιόχους ζυγῶν, καὶ τὸν ἐν Κύκλωπος Ὀδυσσέα λύγων πρὸς τῶν προβάτων οὐ μέρος λόγου τὸν σύνδεσμον ἀλλ ὄργανόν τι συνδετικὸν ἀποφαίνει, καθάπερ ὠνόμασται, καὶ συνεκτικὸν οὐ πάντων ἀλλὰ τῶν οὐχ ἁπλῶς λεγομένων:
εἰ μὴ καὶ τοῦ φορτίου τὸν ἱμάντα καὶ τοῦ βιβλίου τὴν κόλλαν ἀξιοῦσι μέρος εἶναι, καὶ τὰς διανομὰς τοῦ πολιτεύματος, ὡς ἔλεγε Δημάδης, κόλλαν ὀνομάζων τὰ θεωρικὰ τῆς δημοκρατίας ποῖος δὲ σύνδεσμος οὕτως ἓν ἐκ πολλῶν ἀξίωμα ποιεῖ συμπλέκων καὶ συνάπτων, ὡς ἡ μάρμαρος τὸν συλλιπαινόμενον διὰ τοῦ πυρὸς σίδηρον·
ἀλλ οὐκ ἔστιν οὐδὲ λέγεται τοῦ σιδήρου μέρος:
καίτοι ταῦτά γε τοῖς κεραννυμένοις ἐνδυόμενα καὶ συντηκόμενα ποιεῖ τι καὶ πάσχει κοινὸν ἐκ πλειόνων.
τοὺς δὲ συνδέσμους εἰσὶν οἱ μὴ νομίζοντες ἕν τι ποιεῖν, ἀλλ ἐξαρίθμησιν εἶναι τὴν διάλεκτον, ὥσπερ ἀρχόντων ἐφεξῆς ἢ ἡμερῶν καταλεγομένων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기