- 텍스트

Plutarch, Platonicae quaestiones, chapter 10, section 1

(플루타르코스, Platonicae quaestiones, chapter 10, section 1)

"διὰ τί Πλάτων εἶπε τὸν λόγον ἐξ ὀνομάτων καὶ ῥημάτων κεράννυσθαι·? δοκεῖ γὰρ πάντα πλὴν δυεῖν τούτων τὰ μέρη τοῦ λόγου μηθέν, Ὅμηρον δὲ καὶ νεανιευσάμενον εἰς ἕνα στίχον ἐμβαλεῖν ἅπαντα τοῦτον αὐτὸς ἰὼν κλισίηνδε, τὸ σὸν γέρας: ὄφρ εὖ εἰδῇς.

καὶ γὰρ ἀντωνυμία καὶ μετοχὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ πρόθεσις καὶ ἄρθρον καὶ σύνδεσμος καὶ ἐπίρρημα ἔνεστι:

προθέσεως τέτακται: "Ἀθήναζε. τί δὴ ῥητέον ὑπὲρ τοῦ Πλάτωνος· ἦ ὅτι πρῶτον λόγον οἱ παλαιοὶ τὴν τότε καλουμένην πρότασιν νῦν δ ἀξίωμα προσηγόρευον, ὃ πρῶτον λέγοντες ἀληθεύουσιν ἢ ψεύδονται·

τοῦτο δ ἐξ ὀνόματος καὶ ῥήματος συνέστηκεν, ὧν τὸ μὲν πτῶσιν οἱ διαλεκτικοὶ τὸ δὲ κατηγόρημα καλοῦσιν. τὸν μὲν ἀληθῆ λόγον εἶναι τὸν δὲ ψευδῆ φήσομεν, οὐδενὸς ἄλλου προσδεηθέντες.

καὶ γὰρ εἰκὸς ἀνθρώπους ἐν χρείᾳ λόγου τὸ πρῶτον καὶ φωνῆς ἐνάρθρου γενέσθαι, τάς τε πράξεις καὶ τοὺς πράττοντας αὐτὰς καὶ τὰ πάθη καὶ τοὺς πάσχοντας ἀλλήλοις διασαφεῖν καὶ ἀποσημαίνειν βουλομένους. ἐπεὶ τοίνυν τῷ μὲν ῥήματι τὰ πράγματα καὶ τὰ πάθη·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION