호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα τοῦ κρίνειν ὄντος ὠφελίμου, τὸ γεννᾶν ἐμπόδιόν ἐστι.? τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον φιλεῖται δὲ τῶν ἰδίων οὐδὲν οὕτως ὡς δόξα καὶ λόγος ὑπὸ τοῦ τεκόντος. ἡ γὰρ λεγομένη τέκνων δικαιοτάτη διανομὴ πρὸς λόγους ἐστὶν ἀδικωτάτη δεῖ γὰρ ἐκεῖ μὲν λαβεῖν τὸ ἴδιον, ἐνταῦθα δέ, κἂν ἀλλότριον ᾖ, τὸ βέλτιστον. ὅθεν ὁ γεννῶν ἴδια γίγνεται φαυλότερος ἑτέρων κριτής.
ἂν εἶναι τῶν Ὀλυμπίων ἀγωνοθέτας, εἰ μηδὲ εἷς Ἠλείων ἦν ἀγωνιστής, οὕτως ὁ μέλλων ἐν λόγοις ὀρθῶς ἐπιστατήσειν καὶ βραβεύσειν οὐ δίκαιός·
ἐστιν αὐτὸς φιλοστεφανεῖν οὐδ ἀνταγωνίζεσθαι τοῖς κρινομένοις.
καὶ γὰρ οἱ τῶν Ἑλλήνων στρατηγοὶ τὴν περὶ τῶν ἀριστείων ψῆφον φέροντες αὑτοὺς ἀρίστους· ἔκριναν ἅπαντες: καὶ τῶν φιλοσόφων οὐδεὶς ἔστιν, ὃς οὐ τοῦτο πέπονθε δίχα τῶν ὥσπερ Σωκράτης ὁμολογούντων μηδὲν ἴδιον λέγειν: οὗτοι δὲ καθαροὺς μόνοι καὶ ἀδεκάστους τῆς ἀληθείας παρέχουσιν ἑαυτοὺς δικαστάς.
ἔρημος ἀλλ ἤχου καὶ ῥοίζου μεστός, οὐκ ἀκριβῶς ἀντιλαμβάνεται τῶν φθεγγομένων:
οὕτω τὸ τοὺς λόγους ἐν φιλοσοφίᾳ κρῖνον, ἂν ἔνδοθεν ἀντιπαταγῇ καὶ ἀντηχῇ, δυσξύνετον ἔσται τῶν λεγομένων ἔξωθεν.
διαφωνοῦν πρὸς αὑτήν, ὡς μαρτυρεῖ τῶν αἱρέσεων τὸ πλῆθος, ὧν, ἂν ἄριστα πράττῃ φιλοσοφία, μίαν ἔχει κατορθοῦσαν, οἰομένας δὲ τὰς ἄλλας ἁπάσας καὶ μαχομένας πρὸς τὴν ἀλήθειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기