- 텍스트

Plutarch, De vitando aere alieno, chapter, section 5

(플루타르코스, De vitando aere alieno, chapter, section 5)

ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μὲν ἔστι καὶ ἄλλος λεχθήσεται δὲ πρὸς τοὺς δανειστάς ἔστι τόκος πρὸ τόκοιο, τόκος γε μὲν ἔστι καὶ ἄλλος.? εἶτα τῶν φυσικῶν δήπου καταγελῶσι, λεγόντων μηδὲν ἐκ τοῦ μὴ ὄντος γενέσθαι:

παρὰ τούτοις γὰρ ἐκ τοῦ μηκέτ ὄντος μηδ ὑφεστῶτος γεννᾶται τόκος:

καὶ τὸ τελωνεῖν ὄνειδος ἡγοῦνται, τοῦ νόμου διδόντος: αὐτοὶ γὰρ παρανόμως δανείζουσι τελωνοῦντες, μᾶλλον δ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν τῷ δανείζειν χρεωκοποῦντες: ὁ γὰρ οὗ γράφει λαμβάνων ἔλαττον χρεωκοπεῖται.

καίτοι Πέρσαι γε τὸ ψεύδεσθαι δεύτερον ἡγοῦνται τῶν ἁμαρτημάτων, πρῶτον δὲ τὸ ὀφείλειν: ὅτι καὶ τὸ ψεύδεσθαι τοῖς ὀφείλουσι συμβαίνει πολλάκις: ψεύδονται δὲ μᾶλλον οἱ δανείζοντες καὶ ῥᾳδιουργοῦσιν ἐν ταῖς ἑαυτῶν ἐφημερίσι, γράφοντες ὅτι τῷ δεῖνι τοσοῦτον διδόασιν, ἔλαττον διδόντες: καὶ τὸ ψεῦδος αἰτίαν ἔχει πλεονεξίαν, οὐκ ἀνάγκην οὐδ ἀπορίαν, ἀλλ ἀπληστίαν, ἧς ἀναπόλαυστόν ἐστιν αὐτοῖς τὸ τέλος καὶ ἀνωφελὲς ὀλέθριον δὲ τοῖς ἀδικουμένοις.

οὔτε γὰρ ἀγροὺς οὓς ἀφαιροῦνται τῶν χρεωστῶν γεωργοῦσιν, οὔτ οἰκίας αὐτῶν, ἐκβαλόντες ἐκείνους, οἰκοῦσιν, οὔτε τραπέζας παρατίθενται οὔτ ἐσθῆτας ἐκείνων :

ἀλλὰ πρῶτός τις ἀπόλωλε, καὶ δεύτερος κυνηγετεῖται ὑπ ἐκείνου δελεαζόμενος. πέπρακε καὶ πόσους ἐκβέβληκε καὶ πόθεν που κυλινδόμενον καὶ σωρευόμενον διαβέβηκε τὸ ἀργύριον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION