- 텍스트

Plutarch, De vitando aere alieno, chapter, section 4

(플루타르코스, De vitando aere alieno, chapter, section 4)

τί γὰρ ὤνησε Σόλων Ἀθηναίους ἀπαλλάξας τοῦ ἐπὶ τοῖς:? σώμασιν ὀφείλειν· δουλεύουσι γὰρ ἅπασι τοῖς ἀφανισταῖς, μᾶλλον δ οὐδ αὐτοῖς: τί γὰρ ἦν τὸ δεινόν· ἀλλὰ δούλοις ὑβρισταῖς καὶ βαρβάροις καὶ ἀγρίοις, ὥσπερ οὓς ὁ Πλάτων φησὶ καθ Αἵδου διαπύρους κολαστὰς καὶ δημοκοίνους ἐφεστάναι τοῖς ἠσεβηκόσι. "δέρτρον ἔσω δύνοντες," τοὺς δ ὥσπερ Ταντάλους ἐφεστῶτες εἴργουσι γεύσασθαι τῶν ἰδίων τρυγῶντας καὶ συγκομίζοντας.

οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις.

τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυϊ´σκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει:

διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION